Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.242 Joseph. AJ 10.246 (English) >>Joseph. AJ 10.251

10.244θέκελ· σημαίνει τοῦτο τὸν σταθμόν· στήσας οὖν σου λέγει τὸν χρόνον τῆς βασιλείας θεὸς ἤδη καταφερομένην δηλοῖ. φαρές· καὶ τοῦτο κλάσμα δηλοῖ καθʼ Ἑλλάδα γλῶτταν· κλάσει τοιγαροῦν σου τὴν βασιλείαν καὶ Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ. 10.245

Δανιήλου δὲ ταῦτα τῷ βασιλεῖ σημαίνειν φράσαντος τὰ ἐν τῷ τοίχῳ γράμματα τὸν μὲν Βαλτασάρην, οἷον εἰκὸς ἐφʼ οὕτω χαλεποῖς τοῖς δεδηλωμένοις, λύπη καὶ συμφορὰ κατέλαβεν· 10.246οὐ μὴν ὡς προφήτῃ αὐτῷ κακῶν γενομένῳ τὰς δωρεὰς ἃς ὑπέσχετο δώσειν οὐ δίδωσιν, ἀλλὰ πάσας παρέσχε, τὸ μὲν ἐφʼ οἷς δοθήσονται λογιζόμενος ἴδιον αὐτοῦ καὶ τῆς ἀνάγκης, ἀλλʼ οὐχὶ τοῦ προφητεύσαντος εἶναι, τὰ δὲ ὡμολογημένα κρίνων ἀνδρὸς ἀγαθοῦ καὶ δικαίου, κἂν σκυθρωπὰ τὰ μέλλοντα συμβαίνειν οὕτως ἔκρινε· 10.247μετʼ οὐ πολὺν δὲ χρόνον αὐτός τε ἐλήφθη καὶ πόλις Κύρου τοῦ Περσῶν βασιλέως ἐπʼ αὐτὸν στρατεύσαντος· Βαλτάσαρος γάρ ἐστιν, ἐφʼ οὗ τὴν αἵρεσιν τῆς Βαβυλῶνος συνέβη γενέσθαι, βασιλεύσαντος αὐτοῦ ἑπτακαίδεκα ἔτη. 10.248τῶν μὲν οὖν Ναβουχοδονοσόρου τοῦ βασιλέως ἐγγόνων τὸ τέλος τοιοῦτον παρειλήφαμεν γενόμενον· Δαρείῳ δὲ τῷ καταλύσαντι τὴν Βαβυλωνίων ἡγεμονίαν μετὰ Κύρου τοῦ συγγενοῦς ἔτος ἦν ἑξηκοστὸν καὶ δεύτερον, ὅτε τὴν Βαβυλῶνα εἷλεν, ὃς ἦν Ἀστυάγους υἱός, ἕτερον δὲ παρὰ τοῖς Ἕλλησιν ἐκαλεῖτο ὄνομα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.242 Joseph. AJ 10.246 (English) >>Joseph. AJ 10.251

Powered by PhiloLogic